Περὶ μετανοίας - Ἁγίου Ἰωάννου Χρυσοστόμου
∆ιαγράψωμεν, ἀγαπητοὶ, τὰ τῆς μετανοίας φάρμακα,
ἵνα τῷ τῆς σωτηρίας λιμένι προσδράμωμεν.
Ἐτρώθημεν τῇ ἁμαρτίᾳ·
ἰαθῶμεν τῇ μετανοίᾳ·
διὰ τῆς ἁμαρτίας ὁ διάβολος ἔτρωσε·
διὰ τῆς μετανοίας ὁ Χριστὸς ἐθεράπευσεν·
ἐκεῖνος διὰ τῆς ἁμαρτίας τὰς ῥίζας κατεβάλετο·
ὁ Κύριος πρόῤῥιζον τὴν ἁμαρτίαν τῇ ἀξίνῃ τῆς μετανοίας ἐξέτεμεν.
Ἰδοὺ γὰρ, φησὶν, ἡ ἀξίνη ἐπὶ πᾶν δένδρον κεῖται.
Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται.
Ὁ διάβολος τὴν ἁμαρτίαν ὡς ζιζάνιον ἔσπειρε·
ὁ Χριστὸς τῇ δρεπάνῃ τῆς μετανοίας τὴν ζιζανιώδη ἁμαρτίαν ἀπέκειρε.
Κακὸν πάθος ἡ ἁμαρτία, ἀλλὰ καλὸν πρᾶγμα ἡ μετάνοια.
Φύγωμεν τοίνυν τὴν φοβερὰν, καὶ στέρξωμεν τὴν ποθεινήν.
∆ι' ἁμαρτίας ὁ διάβολος εἰς τὴν γέενναν ὁδηγεῖ·
διὰ μετανοίας ὁ Χριστὸς εἰς τὴν βασιλείαν χειραγωγεῖ.
Ἥμαρτες;