Δεῦτε συνανέλθωμεν, τῷ Ἰησοῦ ἀναβαίνοντι, εἰς
τὸ ὄρος τὸ ἅγιον, κἀκεῖ ἀκουσώμεθα, φωνῆς
Θεοῦ ζῶντος,
Πατρὸς προανάρχου, διὰ νεφέλης
φωτεινῆς, προσμαρτυρούσης ἐν θείῳ
Πνεύματι, αὐτοῦ τὴν
γνησιότητα, τῆς
ἀϊδίου Υἱότητος, καὶ τὸν νοῦν φωτιζόμενοι, ἐν
φωτὶ φῶς ὀψώμεθα.
Δεῦτε προχορεύσωμεν, καὶ ἑαυτοὺς
ἐκκαθάρωμεν,
καὶ πιστῶς ἑτοιμάσωμεν, πρὸς θείαν ἀνάβασιν, τῆς
ὑψηλοτάτης,
Θεοῦ πολιτείας, ὅπως ἐπόπται
τῆς αὐτοῦ,
μεγαλειότητος ἐποφθείημεν, καὶ δόξης ἐπιτύχοιμεν, ἣν κατιδεῖν ἠξιώθησαν Ἀποστόλων
οἱ πρόκριτοι, μυστικῶς ἐν
τῷ ὄρει Θαβώρ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου