Πρὸ
τοῦ σοῦ Σταυροῦ Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο,
νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου,
ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος
σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς
μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ
τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά
σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι
ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ
τὸ μέγα σου ἔλεος.
Πρὸ
τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς
εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν,
ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν
φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι
βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα, ἧς
καὶ ἡμᾶς ὁ Θεός, ἐν εἰρήνῃ
καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Εἰς
ὄρος ὑψηλὸν μεταμορφωθεὶς ὁ Σωτήρ, τοὺς
κορυφαίους ἔχων τῶν Μαθητῶν, ἐνδόξως ἐξέλαμψας,
δηλῶν, ὅτι οἱ τῷ ὕψει τῶν ἀρετῶν
διαπρέψαντες, καὶ τῆς ἐνθέου δόξης ἀξιωθήσονται.
Συλλαλοῦντες δὲ τῷ Χριστῷ, Μωϋσῆς καὶ Ἠλίας
ἐδείκνυον, ὅτι ζώντων καὶ νεκρῶν κυριεύει,
καὶ ὁ πάλαι διὰ νόμου, καὶ Προφητῶν λαλήσας
ὑπῆρχε Θεός, ᾧ καὶ φωνὴ τοῦ Πατρός,
ἐκ νεφέλης φωτεινῆς, ἐμαρτύρει λέγουσα·
Αὐτοῦ ἀκούετε, τοῦ διὰ Σταυροῦ τόν,
ᾍδην σκυλεύσαντος, καὶ νεκροῖς δωρουμένου, ζωήν
τὴν αἰώνιον.
Ὄρος
τὸ ποτὲ ζοφῶδες καὶ καπνῶδες, νῦν τίμιον
καὶ ἅγιόν ἐστιν, ἐν ᾧ οἱ πόδες σου
ἔστησαν Κύριε· πρὸ αἰώνων γὰρ κεκαλυμμένον
μυστήριον, ἐπ' ἐσχάτων ἐφανέρωσεν ἡ φρικτή
σου Μεταμόρφωσις, Πέτρῳ Ἰωάννῃ καὶ Ἰακώβῳ,
οἵτινες τὴν ἀκτῖνα τοῦ προσώπου σου μὴ
φέροντες, καὶ τὴν λαμπρότητα τῶν χιτώνων σου,
ἐπὶ πρόσωπον, εἰς γῆν κατεβαρύνοντο, οἳ
καὶ τῇ ἐκστάσει συνεχόμενοι, ἐθαύμαζον
βλέποντες, Μωϋσῆν καὶ Ἠλίαν συλλαλοῦντάς
σοι τὰ μέλλοντα συμβαίνειν σοι, καὶ φωνὴ ἐκ
τοῦ Πατρός, ἐμαρτύρει λέγουσα· Οὗτός
ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν
ᾧ εὐδόκησᾳ, αὐτοῦ ἀκούετε, ὃς
τις καὶ δωρεῖται τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Κοσμᾶ Μοναχοῦ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου